Παραλειπομένων 36:14
καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 19:30Τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τῶν ἁγίων μου φοβηθήσεσθε· ἐγώ εἰμι Κύριος.
2 Kings 16:10καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαγλαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν. καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῶ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ρυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ·
2 Chronicles 33:4καὶ ᾠκοδόμησε θυσιαστήρια ἐν οἴκῳ Κυρίου, οὗ εἶπε Κύριος· ἐν Ἱερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα.
Jeremiah 5:6διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ' αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν.