Παραλειπομένων 36:23
τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται Θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβήτω.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Chronicles 29:5εἰς τὸ χρυσίον τῷ χρυσίῳ καὶ εἰς τὸ ἀργύριον τῷ ἀργυρίῳ, καὶ εἰς πᾶν ἔργον διὰ χειρὸς τῶν τεχνιτῶν. καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον Κυρίῳ;
Psalms 75:5φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων·
Isaiah 44:26καὶ ἱστῶν ρῆμα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων τῇ Ἱερουσαλήμ· κατοικηθήσῃ καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας· οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·
Jeremiah 27:6πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.