Παραλειπομένων 6:14
καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισί σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 5:24καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
Genesis 33:20καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραήλ.
Exodus 3:15καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακὼβ ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς.
Exodus 15:11τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
Deuteronomy 7:9καὶ γνώσῃ ὅτι Κύριος ὁ Θεός σου, οὗτος Θεός, Θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς
1 Kings 3:6καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη·