Παραλειπομένων 6:37
καὶ ἐπιστρέψωσι καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν, οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσι καὶ δεηθῶσί σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν λέγοντες· ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 4:29καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν καὶ εὑρήσετε αὐτόν, ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου·
2 Chronicles 7:14καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
Nehemiah 1:6ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ἰσραὴλ δούλων σου. καὶ ἐξαγορεύσω ἐπὶ ἁμαρτίαις υἱῶν Ἰσραήλ, ἃς ἡμάρτομέν σοι. καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν·
Job 33:27εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγον· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον.
Isaiah 64:6καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ράκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς.
Jeremiah 31:18κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ, καθημένη Δαιβών· ἐκτριβήσεται, ὅτι ὤλετο Μωάβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου.