Παραλειπομένων 6:5
ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τό ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 20:24θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ᾿ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε.
Deuteronomy 12:5ἀλλ᾿ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ ἐπικληθῆναι, καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκεῖ
1 Samuel 10:24καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν· εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.
1 Samuel 15:23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
2 Samuel 7:15τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ᾿ ὧν ἀπέστησα ἐκ προσώπου μου.
2 Kings 21:4καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν· ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά μου,