2 Kings 10:15
καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ρηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπε πρὸς αὐτὸν Ἰού· εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ· ἔστι. καὶ εἶπεν Ἰού· καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 31:55ἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
Genesis 47:10καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ.
2 Kings 9:21καὶ εἶπεν Ἰωράμ· ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
1 Chronicles 2:55πατριαὶ γραμματέων κατοικοῦντες ἐν Ἰάβις, Θαργαθιΐμ, Σαμαθιΐμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ρηχάβ.
1 Chronicles 12:18καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
Nehemiah 3:14καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ρηχὰβ ἄρχων περιχώρου Βηθακχαρίμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.