2 Kings 10:9
καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν· δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 12:3ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾿ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾿ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.
2 Kings 9:24καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
Isaiah 5:3καὶ νῦν, οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀναμέσον τοῦ ἀμπελῶνός μου.