2 Kings 13:6
πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοάμ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 7:5ἀλλ᾿ οὕτω ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί·
1 Kings 14:16καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ χάριν ἁμαρτιῶν Ἱεροβοάμ, ὃς ἥμαρτε καὶ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
1 Kings 16:26καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ τοῦ παροργίσαι τὸν Κύριον Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν.
2 Kings 10:29πλὴν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν.
2 Kings 13:11καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ, ἐν αὐταῖς ἐπορεύθη.
2 Kings 17:20καὶ ἀπεώσαντο τὸν Κύριον, καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.