2 Kings 14
1ΕΝ ἔτει δευτέρῳ τῶ Ἰωὰς υἱῷ Ἰωάχαζ βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα.
2υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδὶμ ἐξ Ἱερουσαλήμ.
3καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ, ἐποίησε·
4πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
5καὶ ἐγένετο ὅτε κατίσχυεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ·
6καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσε, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.
7αὐτὸς ἐπάταξε τὴν Ἐδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης.
8τότε ἀπέστειλεν Ἀμεσσίας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰοὺ βασιλέως Ἰσραὴλ λέγων· δεῦρο ὀφθῶμεν προσώποις.
9καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσίαν βασιλέα Ἰούδα λέγων· ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων· δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὴν ἄκανα.
10τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπῇρέ σε καρδία σου· ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἱνατί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ.
11καὶ οὐκ ἤκουσεν Ἀμεσσίας. καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Ἀμεσσίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ἰούδα·
12καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ·
13καὶ τὸν Ἀμεσσίαν υἱὸν Ἰωὰς υἱοῦ Ὀχοζίου συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμύς. καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει Ἱερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις·
14καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.
15καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάς, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
16καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
17καὶ ἔζησεν Ἀμεσσίας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωάχαζ βασιλέα Ἰσραὴλ πεντεκαίδεκα ἔτη.
18καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσίου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
19καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
20καὶ ᾖραν αὐτὸν ἐφ᾿ ἵππων, καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.
21καὶ ἔλαβε πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσίου.
22αὐτὸς ᾠκοδόμησε τὴν Αἰλὼθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
23Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσίου υἱῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.
24καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
25αὐτὸς ἀπέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα κατὰ τὸ ρῆμα Κυρίου Θεοῦ Ἰσραήλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐν Γεθχοφέρ.
26ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ.
27καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς.
28καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ καὶ πάντα, ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν Αἰμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
29καὶ ἐκοιμήθη Ἱεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραήλ, καὶ ἐβασίλευσε Ζαχαρίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.