2 Kings 16:9
καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσὼν βασιλέα ἐθανάτωσε.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Chronicles 16:4καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραὴλ καὶ ἐπάταξε τὴν Ἀϊὼν καὶ τὴν Δὰν καὶ τὴν Ἀβελμαΐν καὶ πάσας τὰς περιχώρους Νεφθαλί.
2 Chronicles 28:21καὶ ἔλαβεν Ἄχαζ τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσοὺρ καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν,
Isaiah 9:10πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἱκοδομήσωμεν ἑαυτοῖς πύργον.
Isaiah 10:9καὶ ἐρεῖ· οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν·
Amos 1:3Καὶ εἶπε Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ·
Amos 9:7οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου;