2 Kings 17:11
καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη, ἃ ἀπῴκισε Κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν Κύριον
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
10καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους
12καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπε Κύριος αὐτοῖς· οὐ ποιήσετε τὸ ρῆμα τοῦτο τῷ Κυρίῳ.
Cross References
Deuteronomy 18:9Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.
Deuteronomy 32:21αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ Θεῷ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
1 Kings 14:15Κύριος πλήξει τὸν Ἰσραήλ, καθὰ κινεῖται ὁ ἄνεμος ἐν τῷ ὕδατι, καὶ ἐκτελεῖ τὸν Ἰσραὴλ ἀπὸ ἄνω τῆς χθονὸς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε τοῖς πατράσιν αὐτῶν, καὶ λικμήσει αὐτοὺς ἀπὸ πέραν τοῦ ποταμοῦ· ἀνθ᾿ οὗ ὅσον ἐποίησαν τὰ ἄλση αὐτῶν παροργίζοντες τὸν Κύριον·
2 Kings 21:6καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησε τεμένη καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
Hosea 9:10Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον πατέρας αὐτῶν εἶδον· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι.