2 Kings 18:17
καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Θαρθὰν καὶ τὸν Ραφὶς καὶ τὸν Ραψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἐζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 20:20καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
2 Chronicles 32:9καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ Ἱερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα ἡ στρατιὰ μετ' αὐτοῦ, καὶ ἀπέστειλε πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰούδα τὸν ἐν Ἱερουσαλὴμ λέγων·
Isaiah 20:1ΤΟΥ ἔτους οὗ εἰσῆλθεν Τανάθαν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνᾶ βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησε τὴν Ἄζωτον καὶ ἔλαβεν αὐτήν,
Isaiah 36:2καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ραψάκην ἐκ Λαχεὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.