2 Kings 19:29
καὶ τοῦτόν σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτει τῷ τρίτῳ σπορὰ καὶ ἄμητος καὶ φυτεία ἀμπελώνων, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
30καὶ προσθήσει τὸν διασεσωσμένον οἴκου Ἰούδα τὸ ὑπολειφθὲν ρίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω.
Cross References
Exodus 3:12εἶπε δὲ ὁ Θεὸς Μωυσῇ λέγων· ὅτι ἔσομαι μετὰ σοῦ, καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ Θεῷ ἐν τῷ ὄρει τούτῳ.
Leviticus 25:5καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ.
Leviticus 25:20ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν;
2 Kings 19:21οὖτος ὁ λόγος, ὃν ἐλάλησε Κύριος ἐπ᾿ αὐτόν· ἐξουδένωσέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν αὐτῆς ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ.
2 Kings 20:8καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· τί τὸ σημεῖον ὅτι ἰάσεταί με Κύριος καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;
Isaiah 7:11αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.