2 Kings 20:19
καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 10:3καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη Ἀαρών.
1 Kings 2:38καὶ εἶπε Σεμεΐ πρὸς τὸν βασιλέα· ἀγαθὸν τὸ ρῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισε Σεμεΐ ἐν Ἱερουσαλὴμ τρία ἔτη.
2 Kings 22:20οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ρῆμα.
Job 1:21αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. 22 Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.
Jeremiah 33:6καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλὼ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι πάσης τῆς γῆς.
Lamentations 3:39τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;