The Bible Software
2 Kings · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Kings 22

1ΥΙΟΣ ὀκτὼ ἐτῶν Ἰωσίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία θυγάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ.

2καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.

3καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσίᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαπφὰν υἱὸν Ἐσελίου υἱοῦ Μεσολλάμ, τὸν γραμματέα οἴκου Κυρίου λέγων·

4ἀνάβηθι πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ Κυρίου, ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ,

5καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσι τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου τοῦ κατισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου,

6τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητούς, τοῦ κραταιῶσαι τὸ βεδὲκ τοῦ οἴκου.

7πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσι.

8καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα· βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφάν, καὶ ἀνέγνω αὐτό.

9καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα καὶ ἀπέστρεψε τῷ βασιλεῖ ρῆμα καὶ εἶπεν· ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου

10καὶ εἶπε Σαπφὰν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων· βιβλίον ἔδωκέ μοι Χελκίας ὁ ἱερεὺς καὶ ἀνέγνω αὐτὸ Σαπφὰν ἐνώπιον τοῦ βασιλέως.

11καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια ἑαυτοῦ.

12καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων·

13δεῦτε ἐκζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ἰούδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν, ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ᾿ ἡμῶν.

14καὶ ἐπορεύθη Χελκίας ὁ ἱερεὺς καὶ Ἀχικὰμ καὶ Ἀχοβὼρ καὶ Σαπφὰν καὶ Ἀσαΐας πρὸς Ὄλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκουὲ υἱοῦ Ἀραὰς τοῦ ἱματιοφύλακος, καὶ αὕτη κατῴκει ἐν Ἱερουσαλὴμ ἐν τῇ Μασενᾷ, καὶ ἐλάλησαν πρὸς αὐτήν.

15καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με·

16τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς Ἰούδα,

17ἀνθ᾿ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυθήσεται θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.

18καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν Κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· οἱ λόγοι, οὓς ἤκουσας,

19ἀνθ᾿ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.

20οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ρῆμα.

← 2 Kings 21Read In The App, Free →2 Kings 23 →

Study 2 Kings 22

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425