The Bible Software
2 Kings · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Kings 24

1ΕΝ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη, καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ.

2καὶ ἀπέστειλε Κύριος αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωὰβ καὶ τοὺς μονοζώνους υἱῶν Ἀμὼν καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ἰούδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον Κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.

3πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδᾳ ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασσῆ κατὰ πάντα, ὅσα ἐποίησε.

4καί γε τὸ αἷμα ἀθῷον ἐξέχεε καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.

5καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακὶμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

6καὶ ἐκοιμήθη Ἰωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωαχὶμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

7καὶ οὐ προσέθετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβε βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου.

8Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ἰωαχὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νέσθα, θυγάτηρ Ἐλλαναθὰν ἐξ Ἱερουσαλήμ.

9καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ.

10ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ.

11καὶ εἰσῆλθε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾿ αὐτήν.

12καὶ ἐξῆλθεν Ἰωαχὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

13καὶ ἐξήνεγκεν ἐκεῖθεν πάντας τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψε πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησε Σαλωμὼν ὁ βασιλεὺς Ἰσραὴλ ἐν τῷ ναῷ Κυρίου κατὰ τὸ ρῆμα Κυρίου.

14καὶ ἀπῴκισε τὴν Ἱερουσαλὴμ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύϊ αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς.

15καὶ ἀπῴκισε τὸν Ἰωαχὶμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν εἰς ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα

16καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα.

17καὶ ἐβασίλευσε βασιλεὺς Βαβυλῶνος τὸν Ματθανίαν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐπέθηκε τὸ ὄνομα αὐτοῦ Σεδεκία.

18Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτῶν Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμιτὰλ θυγάτηρ Ἱερεμίου.

19καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ἰωακίμ·

20ὅτι ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠθέτησε Σεδεκίας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.

← 2 Kings 23Read In The App, Free →2 Kings 25 →

Study 2 Kings 24

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425