The Bible Software
bible.software › 2 Kings › 2 Kings 25 › 2 Kings 25:22

2 Kings 25:22

Καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα, οὓς κατέλιπε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾿ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχικὰμ υἱοῦ Σαφάν.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

And as for the people that remained in the land of Judah, whom Nebuchadnezzar king of Babylon had left, even over them he made Gedaliah the son of Ahikam, the son of Shaphan, ruler.

In Context

21καὶ ἔπαισεν αὐτοὺς ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς εἰς Δεβλαθὰ ἐν γῇ Αἰμάθ. καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ.

23καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν, καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωανὰν υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θαναμὰθ ὁ Νετωφαθίτης καὶ Ἰεζονίας υἱὸς τοῦ Μαχαθί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.

Read all of 2 Kings 25

Cross References

2 Kings 22:12καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαπφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ Μιχαίου καὶ τῷ Σαπφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ δούλῳ τοῦ βασιλέως λέγων·

2 Chronicles 34:20καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ Ἀχικὰμ υἱῷ Σαφὰν καὶ τῷ Ἀβδὼν υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαΐᾳ παιδὶ τοῦ βασιλέως λέγων·

Jeremiah 39:14οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.

Jeremiah 40:7καὶ ἀποστρέψω τὴν ἀποικίαν Ἰούδα καὶ τὴν ἀποικίαν Ἰσραὴλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον.

Jeremiah 41:2οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί·

Jeremiah 43:5καὶ ἐνετείλατο Ἱερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 2 Kings 25:22

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 2 Kings 25:212 Kings 252 Kings 25:23 →