2 Kings 5
1ΚΑΙ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος.
2καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν.
3ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
4καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ.
5καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.
6καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
7καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι.
8καὶ ἐγένετο ὡς ἤκουσεν Ἑλισαιὲ ὅτι διέρρηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· ἱνατὶ διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν Ἰσραήλ.
9καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἑλισαιέ.
10καὶ ἀπέστειλεν Ἑλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ.
11καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν·
12οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ.
13καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι.
14καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα Ἑλισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.
15καὶ ἐπέστρεψε πρὸς Ἑλισαιὲ αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν· ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ, ὅτι ἀλλ᾿ ἢ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου.
16καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησε.
17καὶ εἶπε Ναιμάν· καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεῦγος ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ᾿ ἢ τῷ Κυρίῳ μόνῳ·
18καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμὰν προσκυνῆσαι ἐκεῖ καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμὰν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμάν, καὶ ἱλάσεται δὴ Κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ.
19καὶ εἶπεν Ἑλισαιὲ πρὸς Ναιμάν· δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.
20καὶ εἶπε Γιεζὶ τὸ παιδάριον Ἑλισαιέ· ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμὰν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχε· ζῇ Κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι ἀπ᾿ αὐτοῦ τι.
21καὶ ἐδίωξε Γιεζὶ ὀπίσω τοῦ Ναιμάν, καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν· εἰρήνη·
22ὁ κύριός μου ἀπέστειλέ με λέγων· ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους Ἐφραὶμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.
23καὶ εἶπε· λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβε δύο τάλαντα ἀργυρίου ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ. καὶ ᾖραν ἔμπροσθεν αὐτοῦ.
24καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλε τοὺς ἄνδρας.
25καὶ αὐτὸς εἰσῆλθε καὶ παρεστήκει πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπε πρὸς αὐτὸν Ἑλισαιέ· πόθεν, Γιεζί; καὶ εἶπε Γιεζί· οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα.
26καὶ εἶπε πρὸς αὐτὸν Ἑλισαιέ· οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον, καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας·
27καὶ ἡ λέπρα Ναιμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.