2 Kings 6:21
καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἑλισαιέ, ὡς εἶδεν αὐτούς· εἰ πατάξας πατάξω, πάτερ;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 24:4καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.
1 Samuel 26:8καὶ εἶπεν Ἀβεσσὰ πρὸς Δαυίδ· ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ.
2 Kings 5:13καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι.
2 Kings 13:14Καὶ Ἑλισαιὲ ἠρρώστησε τὴν ἀρρωστίαν αὐτοῦ, δι᾿ ἣν ἀπέθανε. καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπε· πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.