2 Kings 7:1
ΚΑΙ εἶπεν Ἑλισαιέ· ἄκουσον λόγον Κυρίου· τάδε λέγει Κύριος· ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 9:5καὶ ἔδωκεν ὁ Θεὸς ὅρον λέγων· ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ρῆμα τοῦτο ἐπὶ τῆς γῆς.
Exodus 16:12εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ· λάλησον πρὸς αὐτοὺς λέγων· τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωΐ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
1 Samuel 11:9καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις· τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ἰαβίς· αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν Ἰαβίς, καὶ εὐφράνθησαν.
1 Kings 22:19καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων.
2 Kings 6:25καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾿ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου.
2 Kings 7:16καὶ ἐξῆλθεν ὁ λαὸς καὶ διήρπασαν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου, κατὰ τὸ ρῆμα Κυρίου, καὶ δίμετρον κριθῶν σίκλου.