2 Kings 7:17
καὶ ὁ βασιλεὺς κατέστησε τὸν τριστάτην, ἐφ᾿ ὃν ὁ βασιλεὺς ἐπανεπαύσατο τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης. καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέθανε, καθὰ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 6:32καὶ Ἑλισαιὲ ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾿ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπε πρὸς τοὺς πρεσβυτέρους· εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν· καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;
2 Kings 9:33καὶ εἶπε· κυλίσατε αὐτήν, καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.
Micah 7:10καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρός με· ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς