The Bible Software
2 Kings · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Kings 8

1ΚΑΙ Ἑλισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱόν, λέγων· ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει, οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη.

2καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησε κατὰ τὸ ρῆμα Ἑλισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη.

3καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς.

4καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον Ἑλισαιὲ τοῦ ἀνθρώπου τοῦ Θοεῦ λέγων· διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα, ἃ ἐποίησεν Ἑλισαιέ.

5καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς Ἑλισαιέ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζί· κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὖτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ἑλισαιέ.

6καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων· ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν.

7Καὶ ἦλθεν Ἑλισαιὲ εἰς Δαμασκόν, καὶ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ὧδε.

8καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαήλ· λάβε ἐν τῇ χειρί σου μαναὰ καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιζήτησον τὸν Κύριον παρ᾿ αὐτοῦ λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;

9καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπε πρὸς Ἑλισαιέ· υἱός σου υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρός σε ἐπερωτῆσαι λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;

10καὶ καὶ εἶπεν Ἑλισαιέ· δεῦρο εἰπὸν αὐτῷ· ζωῇ ζήσῃ· καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ·

11καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ.

12καὶ εἶπεν Ἀζαήλ· τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν· ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ρομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις.

13καὶ εἶπεν Ἀζαήλ· τίς ἐστιν ὁ δοῦλός σου ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ρῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιέ· ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.

14καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν· εἶπέ μοι, ζωῇ ζήσῃ.

15καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχμὰ καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ καὶ ἀπέθανε, καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντ᾿ αὐτοῦ.

16Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ βασιλεὺς Ἰούδα.

17υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ.

18καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραήλ, καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.

19καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.

20ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα καὶ ἐβασίλευσαν ἐφ᾿ ἑαυτοὺς βασιλέα.

21καὶ ἀνέβη Ἰωρὰμ εἰς Σιὼρ καὶ πάντα τὰ ἅρματα τὰ μετ᾿ αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξε τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ᾿ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.

22καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησε Λοβενὰ ἐν τῷ καιρῷ ἐκείνῳ.

23καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

24καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

25Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωράμ.

26υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρὶ βασιλέως Ἰσραήλ.

27καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ.

28καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἀζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ρεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ.

29καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἀζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠρρώστει αὐτός.

← 2 Kings 7Read In The App, Free →2 Kings 9 →

Study 2 Kings 8

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425