2 Samuel 1:15
καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
14καὶ εἶπεν αὐτῷ Δαυίδ· πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;
Cross References
1 Samuel 22:17καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου.
1 Kings 2:25καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
1 Kings 2:46καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε. Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες. καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω. καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ· καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Ἐδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος καὶ Ἀχιρὲ υἱὸς Ἐδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος. καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων. καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ.
Proverbs 11:18ἀσεβεῖς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.