2 Samuel 11:22
καὶ ἐπορεύθη ὁ ἄγγελος Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς Ἱερουσαλήμ, καὶ παρεγένετο καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ἰωὰβ πάντα τὰ ρήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυὶδ πρὸς Ἰωὰβ καὶ εἶπε πρὸς τὸν ἄγγελον· ἱνατί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
So the messenger went, and came and shewed David all that Joab had sent him for.