2 Samuel 12
1ΚΑΙ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης·
2καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα,
3καὶ τῷ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποίησατο καὶ ἐξέθρεψεν αὐτὴν καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε καὶ ἦν αὐτῷ ὡς θυγάτηρ·
4καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν.
5καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν· ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο
6καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθ' ὧν ὅτι ἐποίησε τὸ ρῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο.
7καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ
8καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα.
9τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν Ἀμμών.
10καὶ νῦν οὐκ ἀποστήσεται ρομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα.
11τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου·
12ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ρῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.
13καὶ εἶπε Δαυὶδ τῷ Νάθαν· ἡμάρτηκα τῷ Κυρίῳ. καὶ εἶπε Νάθαν πρὸς Δαυίδ· καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς·
14πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ρήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.
15καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἔθραυσε Κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυίδ, καὶ ἠρρώστησε.
16καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.
17καὶ ἀνέστησαν ἐπ' αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.
18καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπαν· ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον; καὶ ποιήσει κακά.
19καὶ συνῆκε Δαυὶδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν· τέθνηκε.
20καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε.
21καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· τί τὸ ρῆμα τοῦτο, ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας;
22καὶ εἶπε Δαυίδ· ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα· τίς οἶδεν εἰ ἐλεήσει με Κύριος καὶ ζήσεται τὸ παιδάριον;
23καὶ νῦν τέθνηκεν· ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με.
24καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτῆς καὶ συνέλαβε καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμών, καὶ Κύριος ἠγάπησεν αὐτόν.
25καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδεδί, ἕνεκεν Κυρίου.
26Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ραββὰθ υἱῶν Ἀμμὼν καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας.
27καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ καὶ εἶπεν· ἐπολέμησα ἐν Ραββὰθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων·
28καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ' αὐτήν.
29καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββὰθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν.
30καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.
31καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ ὑποτομεῦσι σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών. καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἱερουσαλήμ.