2 Samuel 15:8
ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἱερουσαλήμ, καὶ λατρεύσω τῷ Κυρίῳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
9καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών.
Cross References
Genesis 28:20καὶ ηὔξατο Ἰακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
Joshua 24:15εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι.
1 Samuel 16:2καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω·
2 Samuel 13:38καὶ Ἀβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἦν ἐκεῖ ἔτη τρία.
2 Samuel 14:32καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἰωάβ· ἰδοὺ ἀπέστειλα πρός σε λέγων· ἦκε ὧδε, καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων· ἱνατί ἦλθον ἐκ Γεδσούρ; ἀγαθόν μοι ἦν εἶναι ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ θανάτωσόν με.
Ecclesiastes 5:4ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι.