2 Samuel 16
1ΚΑΙ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ροὼς καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων, καὶ ἐπ' αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου.
2καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβά· τί ταῦτά σοι; καὶ εἶπε Σιβά· τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
3καὶ εἶπεν ὁ βασιλεύς· καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ κάθηται ἐν Ἱερουσαλήμ, ὅτι εἶπε· σήμερον ἐπιστρέψουσί μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου.
4καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· ἰδού σοι πάντα, ὅσα ἐστὶ Μεμφιβοσθέ. καὶ εἶπε Σιβὰ προσκυνήσας· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
5καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος
6καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ. καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως.
7καὶ οὕτως ἔλεγε Σεμεΐ ἐν τῷ καταρᾶσθαι αὐτόν· ἔξελθε, ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος·
8ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ' αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.
9καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.
10καὶ εἶπεν ὁ βασιλεύς· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ, καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως;
11καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος·
12εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.
13καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεΐ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοΐ πάσσων.
14καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.
15Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἱερουσαλὴμ καὶ Ἀχιτόφελ μετ' αὐτοῦ.
16καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλώμ, καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλώμ· ζήτω ὁ βασιλεύς.
17καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσί· τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;
18καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλώμ· οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετὰ αὐτοῦ καθήσομαι·
19καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.
20καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτόφελ· φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν;
21καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλώμ· εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατῃ£σχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.
22καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ' ὀφθαλμοὺς παντὸς Ἰσραήλ.
23καὶ ἡ βουλὴ Ἀχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ Ἀχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ.