2 Samuel 16:9
καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 22:28θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς.
1 Samuel 26:6καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς Ἀβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν Ἰωὰβ λέγων· τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεσσά· ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.
2 Samuel 3:8καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ, καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν· μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυίδ· καὶ ἐπιζητεῖς ἐπ᾿ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
2 Samuel 9:8καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε· τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;
Jeremiah 40:13ἐν πόλεσι τῆς ὀρεινῆς καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγὲβ καὶ ἐν γῇ Βενιαμὶν καὶ ἐν ταῖς κύκλῳ Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος.