2 Samuel 18:31
καὶ ἰδοὺ ὁ Χουσὶ παρεγένετο καὶ εἶπε τῷ βασιλεῖ· εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέ σοι Κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
30καὶ εἶπεν ὁ βασιλεύς· ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη.
Cross References
Deuteronomy 32:35ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
2 Samuel 18:28καὶ ἐβόησεν Ἀχιμάας καὶ εἶπε πρὸς τὸν βασιλέα· εἰρήνη· καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεός σου, ὃς ἀπέκλεισε τοὺς ἄνδρας τοὺς ἐπαραμένους τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ.
2 Samuel 22:49καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με.
Psalms 94:1Αἶνος ᾠδῆς τῷ Δαυΐδ. ΔΕΥΤΕ ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν·