The Bible Software
2 Samuel · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

2 Samuel 19

1ΚΑΙ ἀνηγγέλη τῷ Ἰωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ.

2καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.

3καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.

4καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου Ἀβεσσαλώμ, Ἀβεσσαλὼμ υἱέ μου.

5καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῃ£σχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου,

6τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.

7καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.

8καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

9Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ·

10καὶ Ἀβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

11καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

12ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;

13καὶ τῷ Ἀμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ.

14καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.

15καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου, καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.

16καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ

17καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως

18καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην

19καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἱερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,

20ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.

21καὶ ἀπεκρίθη Ἀβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;

22καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ.

23καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.

24καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.

25καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ, Μεμφιβοσθέ;

26καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου·

27καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου·

28ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;

29καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν.

30καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.

31καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην·

32καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.

33καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ' ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν Ἱερουσαλήμ.

34καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ;

35υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;

36ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;

37καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

38καὶ εἶπεν ὁ βασιλεύς· μετ' ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ' ἐμοί, ποιήσω σοι.

39καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

40καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ' αὐτοῦ, καὶ πᾶς ὁ λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.

41καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ' αὐτοῦ;

42καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν;

43καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ.

← 2 Samuel 18Read In The App, Free →2 Samuel 20 →

Study 2 Samuel 19

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

123456789101112131415161718192021222324