2 Samuel 2:26
καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπε· μὴ εἰς νῖκος καταφάγεται ἡ ρομφαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀποστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Samuel 2:14καὶ εἶπεν Ἀβεννὴρ πρὸς Ἰωάβ· ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ἰωάβ· ἀναστήτωσαν.
2 Samuel 11:25καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἄγγελον· τάδε ἐρεῖς πρὸς Ἰωάβ· μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ρῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου εἰς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτήν.
Job 19:2ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως·
Proverbs 17:14ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.
Jeremiah 2:30μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε.
Jeremiah 12:12ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.