2 Samuel 21:7
καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον Ἰωνάθαν υἱοῦ Σαούλ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 18:3καὶ διέθετο Ἰωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ.
1 Samuel 20:15οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυίδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ.
1 Samuel 20:42καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυίδ· πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες· Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καί σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.
1 Samuel 24:22καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
2 Samuel 9:1ΚΑΙ εἶπε Δαυίδ· εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;
2 Samuel 9:7καὶ εἶπεν αὐτῷ Δαυίδ· μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός.