2 Samuel 22
1ΚΑΙ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ,
2καὶ εἶπεν· Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί,
3ὁ Θεός μου φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.
4αἰνετὸν ἐπικαλέσομαι Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
5ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με·
6ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.
7ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.
8καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς.
9ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτοῦ.
10καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
11καὶ ἐπεκάθισεν ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου.
12καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.
13ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.
14ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ
15καὶ ἀπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἤστραψεν ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς.
16καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ.
17ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν·
18ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
19προέφθασάν με ἡμέραι θλίψεώς μου καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου
20καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν καὶ ἐξείλετό με, ὅτι ηὐδόκησεν ἐν ἐμοί.
21καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι.
22ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου,
23ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ' αὐτῶν.
24καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
25καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
26μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ
27καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ.
28καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.
29ὅτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου.
30ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.
31ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ρῆμα Κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπ' αὐτόν.
32τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν;
33ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·
34τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·
35διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.
36καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με
37εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.
38διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς·
39καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
40καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου·
41καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.
42βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν.
43καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.
44καὶ ρύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνω, ἐδούλευσάν μοι,
45υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·
46υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.
47ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου.
48ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου
49καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με.
50διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ,
51μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.