2 Samuel 7:1
ΚΑΙ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Joshua 23:1ΚΑΙ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις,
1 Kings 5:4ὅτι ἦν ἄρχων πέραν ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
1 Chronicles 22:6καὶ ἐκάλεσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
1 Chronicles 28:2καὶ ἔστη Δαυὶδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν· ἀκούσατέ μου, ἀδελφοί μου καὶ λαός μου. ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης Κυρίου καὶ στάσιν ποδῶν Κυρίου ἡμῶν, καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια·
2 Chronicles 20:30καὶ εἰρήνευσεν ἡ βασιλεία Ἰωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ Θεὸς αὐτοῦ κυκλόθεν.