2 Samuel 9
1ΚΑΙ εἶπε Δαυίδ· εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν;
2καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς· σὺ εἶ Σιβά; καὶ εἶπεν· ἐγὼ δοῦλος σός.
3καὶ εἶπεν ὁ βασιλεύς· εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἔτι ἐστίν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας.
4καὶ εἶπεν ὁ βασιλεύς· ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.
5καὶ ἀπέστειλεν ὁ βασιλεύς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.
6καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυίδ· Μεμφιβοσθέ· καὶ εἶπεν· ἰδοὺ ὁ δοῦλός σου.
7καὶ εἶπεν αὐτῷ Δαυίδ· μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός.
8καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε· τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;
9καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπε πρὸς αὐτόν· πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου·
10καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. (καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι).
11καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως.
12καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ.
13καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.