Amos 3:11
διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· Τύρος, κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Kings 15:19ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ.
2 Kings 17:3ἐπ᾿ αὐτὸν ἀνέβη Σαλαμανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὡσηὲ δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναά.
2 Chronicles 36:19καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.
Isaiah 7:17ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ᾿ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραὶμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων.
Isaiah 10:5οὐαὶ Ἀσσυρίοις· ἡ ράβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν.
Hosea 11:5κατῴκησεν Ἐφραὶμ ἐν Αἰγύπτῳ, καὶ Ἀσσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι.