Amos 4:6
καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 26:26ἐν τῷ θλῖψαι ὑμᾶς σιτοδείᾳ ἄρτων, καὶ πέψουσι δέκα γυναῖκες τοὺς ἄρτους ὑμῶν ἐν κλιβάνῳ ἑνί, καὶ ἀποδώσουσι τοὺς ἄρτους ὑμῶν ἐν σταθμῷ, καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθῆτε.
Ruth 1:1ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.
1 Kings 18:2καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
2 Kings 6:25καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάθηντο ἐπ᾿ αὐτήν, ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου.
2 Chronicles 28:22ἀλλ' ἢ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου. καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ·
Isaiah 9:12Συρίαν ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ τοὺς ¨Ελληνας ἀφ᾿ ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ᾿ ἔτι ἡ χεὶρ ὑψηλή.