Amos 5:12
ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
13διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν.
Cross References
Exodus 23:3καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.
Deuteronomy 16:18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι, κατὰ φυλάς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.
Ruth 4:1ΚΑΙ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. καὶ ἐξέκλινε καὶ ἐκάθισε.
2 Kings 17:7καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ Θεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωθεν χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐφοβήθησαν θεοὺς ἑτέρους
Job 29:7ὅτε ἐξεπορευόμην ὄρθιος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.
Psalms 26:9μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.