Deuteronomy 1:38
Ἰησοῦς υἱὸς Ναυὴ ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
37καὶ ἐμοὶ ἐθυμώθη Κύριος δι᾿ ὑμᾶς λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ·
Cross References
Exodus 24:13καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ·
Numbers 13:8τῆς φυλῆς Ἰσσάχαρ Ἰλαὰλ υἱὸς Ἰωσήφ·
Numbers 14:30εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν, ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ' αὐτῆς, ἀλλ' ἢ Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή·
Numbers 26:65ὅτι εἶπε Κύριος αὐτοῖς· θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
Numbers 34:17ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
Deuteronomy 31:7καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραήλ· ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς·