Deuteronomy 11
1ΚΑΙ ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.
2καὶ γνώσεσθε σήμερον, ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν
3καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ, ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραὼ βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
4καὶ ὅσα ἐποίησε τὴν δύναμιν τῶν Αἰγυπτίων, τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν, καὶ τὴν δύναμιν αὐτῶν, ὡς ἐπέκλυσε τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν καὶ ἀπώλεσεν αὐτοὺς Κύριος ἕως τῆς σήμερον ἡμέρας,
5καὶ ὅσα ἐποίησεν ὑμῖν ἐν τῇ ἐρήμῳ, ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον,
6καὶ ὅσα ἐποίησε τῷ Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιὰβ υἱοῦ Ρουβήν, οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ᾿ αὐτῶν ἐν μέσῳ παντὸς Ἰσραήλ,
7ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα Κυρίου τὰ μεγάλα, ὅσα ἐποίησεν ἐν ὑμῖν σήμερον.
8καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν,
9ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ᾿ αὐτούς, γῆν ρέουσαν γάλα καὶ μέλι·
10ἔστι γὰρ ἡ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν, ὅταν σπείρωσι τὸν σπόρον καὶ ποτίζωσι τοῖς ποσὶν αὐτῶν ὡσεὶ κῆπον λαχανείας·
11ἡ δὲ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, γῆ ὀρεινὴ καὶ πεδεινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ,
12γῆ, ἣν Κύριος ὁ Θεός σου ἐπισκοπεῖται αὐτὴν διαπαντός, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ σου ἐπ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.
13Ἐὰν δὲ ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸ Θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
14καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ᾿ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου·
15καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσί σου·
16καὶ φαγὼν καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ, μὴ πλατυνθῇ ἡ καρδία σου καὶ παραβῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
17καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐφ᾿ ὑμῖν καὶ συσχῇ τὸν οὐρανόν, καὶ οὐκ ἔσται ὑετός, καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἀπολεῖσθε ἐν τάχει ἀπό τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ἔδωκεν ὑμῖν.
18καὶ ἐμβαλεῖτε τὰ ρήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν· καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν·
19καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς καθημένους ἐν οἴκῳ καὶ πορευομένους ἐν ὁδῷ καὶ καθεύδοντας καὶ διανισταμένους.
20καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν,
21ἵνα μακροημερεύσητε καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
22καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσθαι αὐτῷ,
23καὶ ἐκβαλεῖ Κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρὰ μᾶλλον ἢ ὑμεῖς.
24πάντα τὸν τόπον, οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.
25οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· τὸν φόβον ὑμῶν καὶ τὸν τρόμον ὑμῶν ἐπιθήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐφ᾿ ἧς ἂν ἐπιβῆτε ἐπ᾿ αὐτῆς, ὃν τρόπον ἐλάλησε πρὸς ὑμᾶς.
26Ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον τὴν εὐλογίαν καὶ τὴν κατάραν·
27τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον,
28καὶ τὴν κατάραν, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, πορευθέντες· λατρεύειν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε.
29καὶ ἔσται ὅταν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν, εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις τὴν εὐλογίαν ἐπ᾿ ὄρος Γαριζὶν καὶ τὴν κατάραν ἐπ᾿ ὄρος Γαιβάλ. (30 οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ἰορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χαναὰν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγὸλ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς;)
31ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ·
32καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας, ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.