The Bible Software
bible.software › Deuteronomy › Deuteronomy 12 › Deuteronomy 12:10

Deuteronomy 12:10

καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλείας.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

But when ye go over Jordan, and dwell in the land which the LORD your God giveth you to inherit, and when he giveth you rest from all your enemies round about, so that ye dwell in safety;

In Context

9οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν.

11καὶ ἔσται ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἂν εὔξησθε Κυρίῳ τῷ Θεῷ ὑμῶν,

Read all of Deuteronomy 12

Cross References

Leviticus 25:19καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ᾿ αὐτῆς.

Deuteronomy 4:22ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον, ὑμεῖς δὲ διαβαίνετε καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην.

Deuteronomy 11:31ὑμεῖς γὰρ διαβαίνετε τὸν Ἰορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κατοικήσετε ἐν αὐτῇ·

Deuteronomy 33:28καὶ κατασκηνώσει Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ὁ οὐρανὸς αὐτῷ συνεφφὴς δρόσῳ.

Joshua 4:12καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.

Joshua 14:1ΚΑΙ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Deuteronomy 12:10

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Deuteronomy 12:9Deuteronomy 12Deuteronomy 12:11 →