Deuteronomy 13:15
καὶ ἐτάσεις καὶ ἐρωτήσεις καὶ ἐρευνήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 23:24οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐ δὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν, ἀλλὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.
Deuteronomy 2:34καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν·
Deuteronomy 7:16καὶ φαγῇ πάντα τὰ σκῦλα τῶν ἐθνῶν, ἃ Κύριος ὁ Θεός σου δίδωσί σοι· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτοῖς, καὶ οὐ μὴ λατρεύσῃς τοῖς θεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστί σοι.
Joshua 6:17καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ραὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.
Judges 20:3καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφά. καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ἰσραήλ· λαλήσατε, ποῦ ἐγένετο ἡ πονηρία αὕτη;