The Bible Software
Deuteronomy · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

Deuteronomy 14

1ΥΙΟΙ ἐστε Κυρίου τοῦ Θεοῦ ὑμῶν· οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ·

2ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου, καὶ σὲ ἐξελέξατο Κύριος ὁ Θεός σου γενέσθαι σε λαὸν αὐτῷ περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς.

3Οὐ φάγεσθε πᾶν βδέλυγμα.

4ταῦτα κτήνη, ἃ φάγεσθε, μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν,

5ἔλαφον καὶ δορκάδα καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν·

6πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσι, ταῦτα φάγεσθε.

7καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας· τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον, ὅτι ἀνάγουσι μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν, ἀκάθαρτα ταῦτα ὑμῖν ἐστι·

8καὶ τὸν ὗν, ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὀνυχιστῆρας ὁπλῆς, καὶ τοῦτο μηρυκισμὸν οὐ μηρυκᾶται, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε.

9καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τῷ ὕδατι· πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε.

10καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες, οὐ φάγεσθε, ἀκάθαρτα ὑμῖν ἐστι.

11πᾶν ὄρνεον καθαρὸν φάγεσθε.

12καὶ ταῦτα οὐ φάγεσθε ἀπ᾿ αὐτῶν· τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον

13καὶ τὸν γύπα καὶ τὸν ἴκτινον καὶ τὰ ὅμοια αὐτῷ

14καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ

15καὶ στρουθὸν καί γλαῦκα καὶ λάρον

16καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν

17καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα

18καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα.

19πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτά ἐστιν ὑμῖν, οὐ φάγεσθε ἀπ᾿ αὐτῶν.

20πᾶν πετεινὸν καθαρὸν φάγεσθε.

21πᾶν θνησιμαῖον οὐ φάγεσθε· τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσί σου δοθήσεται, καὶ φάγεται, ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ· ὅτι λαὸς ἅγιος εἶ Κυρίῳ τῷ Θεῷ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.

22Δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου, τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν,

23καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.

24ἐὰν δὲ μακρὰν γένηται ἡ ὁδὸς ἀπὸ σοῦ καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου,

25καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν,

26καὶ δώσεις ἀργύριον ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν ἢ ἐπὶ προβάτοις, ἐπ᾿ οἴνῳ ἢ ἐπὶ σίκερα ἢ ἐπὶ παντός, οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου

27καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ.

28μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου· ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσί σου,

29καὶ ἐλεύσεται ὁ Λευίτης, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ, καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσί σου καὶ φάγονται καὶ ἐμπλησθήσονται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις, οἷς ἐὰν ποιῇς.

← Deuteronomy 13Read In The App, Free →Deuteronomy 15 →

Study Deuteronomy 14

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425262728293031323334