Deuteronomy 18:5
ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ἰσραήλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 28:1ΚΑΙ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ἀαρὼν τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραὴλ ἱερατεύειν μοι, Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ υἱοὺς Ἀαρών.
Numbers 16:5καὶ ἐλάλησε πρὸς Κορὲ καὶ πρὸς πᾶσαν αὐτοῦ τὴν συναγωγὴν λέγων· ἐπέσκεπται καὶ ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ καὶ τοὺς ἁγίους, καὶ προσηγάγετο πρὸς ἑαυτόν, καὶ οὓς ἐξελέξατο ἑαυτῷ, προσηγάγετο πρὸς ἑαυτόν.
Numbers 17:5μνημόσυνον τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ἀαρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.
Deuteronomy 10:8ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλε Κύριος τὴν φυλὴν τὴν Λευὶ αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, παρεστάναι ἔναντι Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.