Deuteronomy 2:30
καὶ οὐκ ἠθέλησε Σηὼν βασιλεὺς Ἐσεβὼν παρελθεῖν ἡμᾶς δι᾿ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 4:21εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα, ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν.
Exodus 11:10Μωυσῆς δὲ καὶ Ἀαρὼν ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραώ· ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν ἐξαποστεῖλαι τούς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
Numbers 21:33καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν.
Joshua 11:19καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ἰσραήλ, πάντα ἐλάβοσαν ἐν πολέμῳ.
Judges 11:20καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασά, καὶ παρετάξατο πρὸς Ἰσραήλ.
Isaiah 48:4γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.