Deuteronomy 2:33
καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
And the LORD our God delivered him before us; and we smote him, and his sons, and all his people.
In Context
Cross References
Genesis 14:20καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ¨Αβραμ δεκάτην ἀπὸ πάντων.
Deuteronomy 3:2καὶ εἶπε Κύριος πρός με· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών.
Deuteronomy 20:16ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν ὁ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε ἀπ᾿ αὐτῶν πᾶν ἐμπνέον,
Deuteronomy 29:7καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβὴν καὶ τῷ Γαδδὶ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.
Joshua 21:44καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν.
Judges 7:2καὶ εἶπε Κύριος πρὸς Γεδεών· πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μή ποτε καυχήσηται Ἰσραὴλ ἐπ᾿ ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με·