Deuteronomy 24:19
Ἐὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἀναστραφήσῃ λαβεῖν αὐτό· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 23:22καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψεις αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
Deuteronomy 15:10διδοὺς δώσεις αὐτῷ καὶ δάνειον δανειεῖς αὐτῷ ὅσον ἐπιδέεται, καὶ οὐ λυπηθήσῃ τῇ καρδίᾳ σου διδόντος σου αὐτῷ, ὅτι διά τὸ ρῆμα τοῦτο εὐλογήσει σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου·
Deuteronomy 26:13καὶ ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου· ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τάς ἐντολάς, ἃς ἐνετείλω μοι, οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην·
Job 31:16ἀδύνατοι δὲ χρείαν, ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα.
Psalms 41:1Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.
Proverbs 11:24εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν, εἰσὶ δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.