Deuteronomy 28:1
ΚΑΙ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 23:22ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ ποιήσῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ρήματα ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς μου καὶ ποιήσητε πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι·
Deuteronomy 7:12Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε τὰ δικαιώματα ταῦτα καὶ φυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαφυλάξει Κύριος ὁ Θεός σού σοι τὴν διαθήκην καὶ τὸ ἔλεος, ὃ ὤμοσε τοῖς πατράσιν ὑμῶν,
Deuteronomy 11:13Ἐὰν δὲ ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸ Θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
Deuteronomy 26:18καὶ Κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπέ σοι, φυλάττειν τὰς ἐντολὰς αὐτοῦ
Psalms 91:14πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν·
Psalms 111:10ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.