Deuteronomy 28:25
δῴη σε Κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις βασιλείαις τῆς γῆς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Leviticus 26:36καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν, καί διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐδενὸς διώκοντος·
Deuteronomy 32:30πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς;
Isaiah 30:17χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾿ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
Jeremiah 24:9καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ.
Jeremiah 34:17οὐκ ἀπέστειλα αὐτούς.
Hosea 8:3ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν.