Deuteronomy 28:32
οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, οὐκ ἰσχύσει ἡ χείρ σου·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 21:29οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών·
Deuteronomy 28:41υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι, ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.
2 Chronicles 29:9καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
Job 11:20σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
Job 31:8σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς.